Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.250 Joseph. AJ 2.253 (English) >>Joseph. AJ 2.258

2.252Θάρβις θυγάτηρ ἦν τοῦ Αἰθιόπων βασιλέως. αὕτη τὸν Μωυσῆν πλησίον τοῖς τείχεσι προσάγοντα τὴν στρατιὰν καὶ μαχόμενον γενναίως ἀποσκοποῦσα καὶ τῆς ἐπινοίας τῶν ἐγχειρήσεων θαυμάζουσα, καὶ τοῖς τε Αἰγυπτίοις αἴτιον ἀπεγνωκόσιν ἤδη τὴν ἐλευθερίαν τῆς εὐπραγίας ὑπολαμβάνουσα καὶ τοῖς Αἰθίοψιν αὐχοῦσιν ἐπὶ τοῖς κατʼ αὐτῶν κατωρθωμένοις τοῦ περὶ τῶν ἐσχάτων κινδύνου, εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐτοῦ καὶ περιόντος τοῦ πάθους πέμπει πρὸς αὐτὸν τῶν οἰκετῶν τοὺς πιστοτάτους διαλεγομένη περὶ γάμου. 2.253προσδεξαμένου δὲ τὸν λόγον ἐπὶ τῷ παραδοῦναι τὴν πόλιν καὶ ποιησαμένου πίστεις ἐνόρκους μὴν ἄξεσθαι γυναῖκα καὶ κρατήσαντα τῆς πόλεως μὴ παραβήσεσθαι τὰς συνθήκας, φθάνει τὸ ἔργον τοὺς λόγους. καὶ μετὰ τὴν ἀναίρεσιν τῶν Αἰθιόπων εὐχαριστήσας τῷ θεῷ συνετέλει τὸν γάμον Μωυσῆς καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. 2.254

Οἱ δʼ ἐξ ὧν ἐσώζοντο ὑπὸ Μωυσέος μῖσος ἐκ τούτων πρὸς αὐτὸν ἀνελάμβανον καὶ θερμότερον ἅπτεσθαι τῶν κατʼ αὐτοῦ βουλευμάτων ἠξίουν, ὑπονοοῦντες μὲν μὴ διὰ τὴν εὐπραγίαν νεωτερίσειε κατὰ τὴν Αἴγυπτον, διδάσκοντες δὲ τὸν βασιλέα περὶ τῆς σφαγῆς. 2.255 δὲ καὶ καθʼ αὑτὸν μὲν εἶχε τὴν τοῦ πράγματος ἐπίνοιαν ὑπό τε φθόνου τῆς Μωυσέος στρατηγίας καὶ ὑπὸ δέους ταπεινώσεως, ἐπειχθεὶς δʼ ὑπὸ τῶν ἱερογραμματέων οἷός τε ἦν ἐγχειρεῖν τῇ Μωυσέος ἀναιρέσει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.250 Joseph. AJ 2.253 (English) >>Joseph. AJ 2.258

Powered by PhiloLogic